Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 3.58.1 | Hdt. 3.59.4 (English) | >>Hdt. 3.61.1 |
3.59.1
παρὰ δὲ Ἑρμιονέων νῆσον ἀντὶ χρημάτων παρέλαβον Ὑδρέην τὴν ἐπὶ Πελοποννήσῳ καὶ αὐτὴν Τροιζηνίοισι παρακατέθεντο · αὐτοὶ δὲ Κυδωνίην τὴν ἐν Κρήτῃ ἔκτισαν , οὐκ ἐπὶ τοῦτο πλέοντες ἀλλὰ Ζακυνθίους ἐξελῶντες ἐκ τῆς νήσου .
3.59.2 ἔμειναν δʼ ἐν ταύτῃ καὶ εὐδαιμόνησαν ἐπʼ ἔτεα πέντε , ὥστε τὰ ἱρὰ τὰ ἐν Κυδωνίῃ ἐόντα νῦν οὗτοι εἰσὶ οἱ ποιήσαντες καὶ τὸν τῆς Δικτύνης νηόν . note
3.59.3 ἕκτῳ δὲ ἔτεϊ Αἰγινῆται αὐτοὺς ναυμαχίῃ νικήσαντες ἠνδραποδίσαντο μετὰ Κρητῶν , καὶ τῶν νεῶν καπρίους ἐχουσέων τὰς πρῴρας ἠκρωτηρίασαν καὶ ἀνέθεσαν ἐς τὸ ἱρὸν τῆς Ἀθηναίης ἐν Αἰγίνῃ .
3.59.4 ταῦτα δὲ ἐποίησαν ἔγκοτον ἔχοντες Σαμίοισι Αἰγινῆται · πρότεροι γὰρ Σάμιοι ἐπʼ Ἀμφικράτεος βασιλεύοντος ἐν Σάμῳ στρατευσάμενοι ἐπʼ Αἴγιναν μεγάλα κακὰ ἐποίησαν Αἰγινήτας καὶ ἔπαθον ὑπʼ ἐκείνων . ἡ μὲν αἰτίη αὕτη .
ch. 60
3.60.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 3.58.1 | Hdt. 3.59.4 (English) | >>Hdt. 3.61.1 |